Ομοιόπτωτοι προσδιορισμοί
(επιθετικός και κατηγορηματικός προσδιορισμός)
Να εντοπίσετε στις παρακάτω προτάσεις τους ομοιόπτωτους προσδιορισμούς (επιθετικό, κατηγορηματικό).
1. Οἰμωγὴ διὰ τῶν μακρῶν τειχῶν εἰς ἄστυ διῆκεν.
2. Δεῖ ὑμᾶς ἐξηγεῖσθαι τοῖς ἄλλοις συμμάχοις.
3. Λέγω ὑμῖν πᾶσαν τὴν ἀλήθειαν.
4. Καλόν ἐστι καὶ τὰς ξενικὰς ἀρετὰς μιμεῖσθαι.
5. Ἐπορεύοντο διὰ φιλίας τῆς Θράκης.
6. Σωκράτης συνῆν τοῖς ταπεινοῖς πολίταις.
7. Ἀγησίλαος φαιδρῷ τῷ προσώπῳ ἐκέλευσε.
8. Ἅπαντα γὰρ τὸν χρόνον διετέλεσαν κοινὴν τὴν πόλιν παρέχοντες.
9. Πόλις δὲ φίλια τίς ἡμᾶς δέξεται;
10. Ἅπασα ἡ πόλις ἑτοίμη ἦν πρὸς πόλεμον.
11. Ἐνταῦθα μέγας ναὸς ἦν, ἐν ᾦ πολὺς λαὸς ἠθροίζετο.
12. Οἱ τοῦ ἀγαθοῦ κριτοῦ καλοὶ λόγοι πείθουσι τοὺς πολίτας.
13. Ἔργον δὲ καλὸν οὔτε θεῖον οὔτε ἀνθρώπειον χωρὶς ἐμοῦ γίγνεται.
14. Ἡ ἡμετέρα πόλις ἅπαντα τὸν αἰῶνα τοῖς ἀφικνουμένοις πανήγυρίς ἐστιν.
15. Πᾶν δὲ αὐτοῦ τὸ σῶμα κατεπτέρωτο.
16. Ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται βιῶναι ὀρθῶς.
17. Θαλῆς μὲν οὖν λέγεται τοῦτον τὸν τρόπον ἐπίδειξιν ποιήσασθαι τῆς σοφίας.
18. Κατέκλεισε δὲ τοὺς νόμους εἰς ἑκατὸν ἔτη καὶ διέταξε τὴν πολιτείαν τόνδε τὸν τρόπον.
19. Τὰ μὲν οὖν περὶ τὰς ἀρχὰς τοῦτον εἶχε τὸν τρόπον.
20. Ἦσαν δὲ καὶ τοῖς Ἀθηναίοις οἱ περὶ τῶν τυράννων νόμοι πρᾷοι κατ΄ ἐκείνους τοὺς καιρούς.
21. Ὅ καὶ τήνδε τὴν πόλιν ἄκουσαν ἐν πολέμῳ τοῖς Ἕλλησι κατέστησε.
22. Τούτους δὴ ἄξιον ἐπαινέσαι τοὺς ἄνδρας, οἵ τοῦτον τὸν πόλεμον πολεμήσαντες ἐνθάδε κεῖνται.
23. Ἐγὼ μὲν οὖν ἐκείνους τοὺς ἄνδρας φημὶ οὐ μόνον τῶν σωμάτων τῶν ἡμετέρων πατέρας εἶναι, ἀλλὰ καὶ τῆς ἐλευθερίας τῆς τε ἡμετέρας καὶ ξυμπάντων τῶν ἐν τῇδε τῇ ἠπείρῳ.
24. Εἰς ἐκεῖνον γὰρ τὸ ἔργον ἀποβλέψαντες καὶ τὰς ὑστέρας μάχας ἐτόλμησαν διακινδυνεύειν οἱ Ἕλληνες ὑπὲρ τῆς σωτηρίας.
Κατεβάστε την άσκηση με τις απαντήσεις σε μορφή pdf