Να βρείτε τους επιρρηματικούς προσδιορισμούς των παρακάτω προτάσεων και να προσδιορίσετε το είδος τους.
- Ἡμεῖς περιφανῶς ἀδικούμεθα.
- Ῥᾳδίως τὸν ποταμὸν διαβαίνουσιν.
- Πανταχοῦ ἐν τῇ Ἑλλάδι νόμος κεῖται τοὺς πολίτας ὀμνύναι ὁμονοήσειν.
- Τὶς ἡ φωνὴ προσέβαλεν ἡμῖν, ὦ Σώκρατες, πόρρωθεν ἀπὸ τῶν αἰγιαλῶν;
- Οὐ πώποτε πρόσθεν ἠκηκόειν τῆς φωνῆς.
- Ὀρθῶς γε, ἔφην ἐγώ, ταῦτα λέγοντες.
- Ἀλλ΄ ὧδε σκόπει.
- Ὁ δὲ Χείλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥκιστα δὲ ῥητόρων ἀκούουσαν πολιτείαν, ἀρίστην εἶναι.
- Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν.
- Ἐνταῦθα δὲ μάχης γενομένης πολλοί ἀπέθανον.
- Ἀποθάνοιμεν ἄν εὐθύς, εἰ οἱ πολέμιοι ἡμᾶς ἰδοῖεν.
- Καὶ Ἀθήνηθεν μὲν οὕτως ἀπῆλθεν ὁ κῆρυξ.
- Βούλομαι ὀλίγῳ μακρότερα περὶ τῶν πόλεων εἰπεῖν καὶ μὴ ταχὺ λίαν παραδραμεῖν.
- Τῶν δὲ μὴ εἰδότων, οἱ μὲν ἔφυγον εὐθὺς ἔξω τῆς πόλεως οἱ δὲ καὶ οἴκαδε πρῶτον ἀπεχώρησαν.
- Ἔνθα δὴ τῷ Κλεομβρότῳ οἱ φίλοι προσιόντες ἔλεξαν.
- Ἧι καὶ Ἀρίστιππος οὐκ ἀκόμψως ἀλλὰ καὶ πάνυ ἀστείως ἐπέσκωψε πατέρα νοῦ καὶ φρενῶν κενόν.
- Σὺ δὲ ἄρτι πέπυσαι;
- Μήπω, ἀγαθέ, ἐκεῖσε πρῲ γὰρ ἐστιν, ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν.
- Ἐντεῦθεν, ἐπειδὴ ἡμέρα ἐγίγνετο, ἐπορεύοντο Ἀθήναζε.
- Εἷς ἕκαστος ὑμῶν, ὁ μὲν θᾶττον ἴσως, ὁ δὲ σχολαίτερον, οἴκαδ΄ ἄπεισιν.
- Πολλάκις δὲ τοῦ κήρυκος ἐρωτῶντος οὐδὲν μᾶλλον ἀνίστατ΄ οὐδείς.
- Νῦν δὲ οὐκ ἀκινδύνως ἄν πειρῴμεθα τοῦτο ποιεῖν.
- Ἀμαχεὶ μὲν ἐνθένδε οὐκ ἔστιν ἀπελθεῖν.
- Καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις.
- Πεισίστρατος δὲ λαβὼν τὴν ἀρχὴν διῴκει τὰ κοινὰ πολιτικῶς μᾶλλον ἤ τυραννικῶς.
ΚΑΝΤΕ LIKE ΣΤΗΝ ΣΕΛΙΔΑ ΜΑΣ ΣΤΟ FACEBOOK
«Φιλολογείν – Ιδιαίτερα φιλολογικά μαθήματα στα Βόρεια Προάστια»